ΚΟΜΟΤΗΝΗ - Ομιλία Καθηγητού Βυζαντινής Φιλολογίας του Δημοκρίτειου Πανεπιστημίου Θράκης κ. Γρηγορίου Παπαγιάννη για την Άλωση της Κωνσταντινουπόλεως
Το πρωί της Κυριακής, 29ης Μαίου 2022, στον Ιερό Ναό Αγίου Τρύφωνος Κομοτηνής, ο Μητροπολίτης Μαρωνείας και Κομοτηνής κ. Παντελεήμων ιερούργησε και προέστη της επιμνημοσύνου δεήσεως του τελευταίου Βυζαντινού Αυτοκράτορος Κωνσταντίνου του Παλαιολόγου και των συν αυτώ αναιρεθέντων πατέρων και αδελφών ημών, Κληρικών και Λαικών, επί τη μνήμη της αλώσεως της Βασιλευούσης.
Τον πανηγυρικό της ημέρας εξεφώνησε ο Καθηγητής Βυζαντινής Φιλολογίας του Δημοκρίτειου Πανεπιστημίου Θράκης κ. Γρηγόριος Παπαγιάννης. Ο Μητροπολίτης ανεφερόμενος στην θλιβερή αυτή επέτειο προέτρεψε να διατηρούμε άσβεστη τη μνήμη και να δεόμεθα προσευχητικώς: «υπέρ των πατέρων και αδελφών ημών των προασπιστών της πίστεως και της πατρίδος.»
Η ομιλία«Σεβασμιώτατε, σεβαστοί Πατέρες, αγαπητοί αδελφοί, Τον λόγο της Ιστορίας τον έχουμε ακούσει άλλες φορές, πολλές φορές.
Σήμερα επιλέγω να μιλήσω για ήρωες, με βάση το συναίσθημα και απευθυνόμενος στο συναίσθημα.
Προσωπικές σκέψεις αναξίου, ανάξιες, και ανίκανες να γίνουν έστω και λογίδριο.
Σας παρακαλώ να δείξετε κατανόηση, αν σας φανεί ότι μάλλον τείνω προς το παραλήρημα, και να με ανεχθείτε:
«Τῇ 29ῃ τοῦ αὐτοῦ μηνός…» Ἦν, -καὶ τότε!- ἦν ὁ Μάιος ἄγων τὴν 29ην ἡμέραν καὶ ὁ πρωινὸς ὕπνος γλυκὺς ἦν ἐν τοῖς ὀφθαλμοῖς τῶν νέων καὶ ἐν ταῖς παρειαῖς τῶν νεανίδων…
«Καθεύδετε τὸ λοιπόν, καὶ ἀναπαύεσθε! Ἰδού, ἤγγικεν ἡ ὥρα!» Καὶ ὁ βασιλεύς, ἱστάμενος βαστάζων ἀσπίδα καὶ δόρυ, εἶπε λόγον λύπης ἄξιον:
«Οὐκ ἔστι τις τῶν Χριστιανῶν, τοῦ λαβεῖν τὴν κεφαλήν μου ἀπ’ ἐμοῦ;» Ἦν γὰρ μονώτατος ἀπολειφθείς. «Θεέ μου, Θεέ μου, ἱνατί με ἐγκατέλιπες;»
Καὶ οὐκ εἰμὶ μόνος! Ὅτι πάντες οἱ Πατέρες μου μετ’ ἐμοῦ εἰσίν! Και τότε: ασέβεια μεγίστη, εκ μέρους του Πορθητή! Και σήμερα: τὸ βδέλυγμα τῆς ἐρημώσεως, ἑστὼς ἐν τόπῳ ἁγίῳ, ὅπου οὐ δεῖ! (Ο ακούων νοείτω!) Και όπως ο Κολοκοτρώνης –ναι, ο Κολοκοτρώνης–, αδικημένος –«ορέ Έλληνες»!–, έτσι και ο Κωνσταντίνος: Ολότελα ξεχασμένος –ορέ Έλληνες!–. Ή, το πολύ πολύ, χαμηλόφωνα «τιμώμενος», δηλαδή… υβριζόμενος, από τους προσκυνημένους, που τρέμουν, μη τυχόν και τους ακούσουν τα αφεντικά που προσκυνούνε!
Προς ους ημείς: “Μὴ φοβεῖσθε! ὑμεῖς γὰρ τοῦ ἡγεμόνος ἐστὲ φίλοι καὶ ἕξετε τὴν ἐξουσίαν ὑμῶν ἀνεπηρέαστον ἀπὸ παντὸς ἀνθρώπου καὶ τὰς συνθήκας, ἃς εἴχετε μετὰ τοῦ βασιλέως καὶ μεθ᾽ ἡμῶν κρειττόνως ἕξετε καὶ ἄλλο μὴ φροντιεῖτε, ἵνα μὴ εἰς ὀργὴν κινήσητε τὸν ἡγεμόνα.” (—Ταῦτα ὁ Ζάγανος εἰπὼν ἐκώλυσε τοὺς Φράγγους τοῦ Γαλατᾶ μὴ ἀναχωρῆσαι· πλὴν ὅσοι ἐδυνήθησαν φυγεῖν, ἔφυγον. Τότε συμβουλευθέντες οἱ λοιποί, ἔλαβον τὰς κλεῖς τοῦ κάστρου σὺν τῷ ποδεστάτῳ αὐτῶν καὶ ἀπῆλθον προσκυνήσοντες τῷ τυράννῳ· καὶ προσκυνήσαντες καὶ δόντες τὰς κλεῖς, αὐτὸς περιχαρῶς ἔλαβε καὶ τούτους σὺν ἱλαροῖς λόγοις καὶ βλέμματι ἔπεμψεν.) Πλησιάζω στο μνήμα του Παλαιολόγου: Και βλέπω τα οστά τα ιερά, γεγυμνωμένα, και λέγω: Ἆρα τίς ἐστιν; Βασιλεὺς ἢ στρατιώτης;
Ὅτι, οὐκ ᾔδεισαν ὅτι βασιλεύς ἐστιν, ἀλλ’ ὡς κοινὸν στρατιώτην ἐθανάτωσαν αὐτόν. «Κωνσταντῖνος, χριστιανὸς βασιλεὺς τῶν Ἑλλήνων!»
Ο Λεωνίδας του χρέους! Που γνωρίζει ότι στὸ τέλος ὁ Ἐφιάλτης θὰ φανῆ καὶ οἱ Μῆδοι θὰ διαβοῦνε!
Της μεγαλωσύνης ο Μέγας Κωνσταντίνος και ο Μεγαλέξαντρος μαζί!
Που, από φθόνο, όλοι οι μικροί, οι ελάχιστοι, αδυνατούν να αναγνωρίσουν, και προσπαθούν μάταια να μειώσουν!
Ο Ιωάννης ο Πρόδρομος της ελευθερίας! Που ἡ κεφαλή του ἠνέχθη ἐπὶ πίνακι, καὶ ἐδόθη τῷ βδελυρῷ ἡγεμόνι καὶ τοῖς συνανακειμένοις αὐτῷ, για να τους στοιχειώνει για πάντα: «Ἀληθῶς, βασιλεὺς ἦν οὗτος!»
Ο Ιησούς της αυτοθυσίας! Που μαζεύει γύρω του τα λιγοστά παλληκάρια του, για το τελευταίο «Δείπνο», για τις τελευταίες νουθεσίες, για την τελευταία προσευχή:
«Ὑμεῖς μὲν γενναιότατοι συστρατιῶται καὶ πᾶς ὁ πιστὸς καὶ τίμιος λαός, καλῶς οἴδατε, ὅτι ἔφθασεν ἡ ὥρα καὶ ὁ ἐχθρὸς τῆς πίστεως ἡμῶν βούλεται μετὰ πάσης μηχανῆς καὶ τέχνης ἰσχυροτέρως στενοχωρῆσαι ἡμᾶς καὶ ἐμβολὴν διὰ ξηρᾶς καὶ σύῤῥαξιν διὰ θαλάσσης μετὰ συμπλοκῆς μεγάλης δῶσαι ἡμῖν μετὰ πάσης δυνάμεως, ἵνα, εἰ δυνατόν, ὡς ὁ ὄφις τὸν ἰὸν ἐκχύσῃ· καὶ ὡς λέων ἀνήμερος καταπιεῖν ἡμᾶς βιάζεται. Διὰ τοῦτο λέγω καὶ παρακαλῶ ὑμᾶς, ἵνα στῆτε ἀνδρείως καὶ μετὰ γενναίας ψυχῆς, ὡς ἐξ ἀρχῆς ἄχρι τοῦ νῦν ἐποιήσατε, κατὰ τῶν ἐχθρῶν τῆς ἡμετέρας πίστεως. Παραδίδωμι δὲ ὑμῖν τὴν κλεινήν τε περίφημον καὶ εὐκλεῆ ταύτην μεγαλοπρεπεστάτην καὶ εὐγενῆ πόλιν, τὴν ὄντως ἐκλαμπροτάτην καὶ βασιλεύουσαν τῶν πόλεων ἡμῶν πατρίδα. Καλῶς οὖν οἴδατε, ἀδελφοί, ὅτι ἕνεκεν τεσσάρων τινῶν ὀφειλέται κοινῶς ἐσμεν πάντες, ἵνα προτιμήσωμεν ἀποθανεῖν μᾶλλον ἢ ζῆν, πρῶτον μὲν ὑπὲρ τῆς πίστεως ἡμῶν καὶ εὐσεβείας, δεύτερον δὲ ὑπὲρ τῆς πατρίδος, τρίτον ὑπὲρ τοῦ βασιλέως, ὡς χριστοῦ Κυρίου, καὶ τέταρτον ὑπὲρ συγγενῶν καὶ φίλων.
Λοιπόν, ἀδελφοί, ἐὰν ὀφειλέται ἐσμὲν ὑπὲρ ἑνὸς ἐκ τῶν τεσσάρων αὐτῶν ἀγωνίζεσθαι ἕως θανάτου, πολλῷ μᾶλλον ἡμεῖς ὑπὲρ πάντων τούτων.
Καὶ γάρ, ὡς βλέπετε προφανῶς, ἐκ πάντων μέλλομεν ζημιωθῆναι. Ἐὰν διὰ τὰ ἐμὰ πλημμελήματα παραχωρήσῃ ὁ Θεὸς τὴν νίκην τοῖς ἀσεβέσιν, ὑπὲρ τῆς πίστεως ἡμῶν τῆς ἁγίας, ἣν ὁ Χριστὸς τῷ οἰκείῳ αὑτοῦ αἵματι ἡμῖν ἐδωρήσατο, κινδυνεύομεν· ὅ ἐστι κεφάλαιον πάντων. Καὶ γάρ, ἐὰν τὸν κόσμον ὅλον κερδήσῃ τις καὶ ζημιωθῇ τὴν ψυχήν, τί τὸ ὄφελος;
Δεύτερον, πατρίδα περίφημον τοιαύτην ὑστερούμεθα καὶ τὴν ἐλευθερίαν ἡμῶν. Τρίτον, τήν ποτέ περιφανῆ, νῦν δὲ τεταπεινωμένην καὶ ὠνειδισμένην καὶ ἐξουθενημένην ἀπολλύομεν βασιλείαν καὶ ὑπὸ τυράννου καὶ ἀσεβοῦς ἄρχεται. Τέταρτον δέ, καὶ φιλτάτων τέκνων καὶ συμβίων καὶ συγγενῶν στερούμεθα.
[Αὐτὸς δὲ ὁ ἀλιτήριος ὁ ἀμηρᾶς πεντήκοντα καὶ ἑπτὰ ἡμέρας ἄγει σήμερον, ἀφ᾽ οὗ ἡμᾶς ἐλθὼν ἀπέκλεισε καὶ μετὰ πάσης μηχανῆς καὶ ἰσχύος καθ᾽ ἡμέραν τε καὶ νύκτα οὐκ ἐπαύσατο πολιορκῶν ἡμᾶς. Καὶ χάριτι τοῦ παντεπόπτου Χριστοῦ Κυρίου ἡμῶν ἐκ τῶν τειχῶν μετὰαἰσχύνης, ἄχρι τοῦ νῦν, πολλάκις ἀπεπέμφθησαν.
Τὰ νῦν δὲ πάλιν, ἀδελφοί, μὴ δειλιάσητε, (ἐὰν καὶ τείχους μέρος ὀλίγον ἐκ τῶν κρότων καὶ τῶν πτωμάτων τῶν ἐλεπόλεων ἔπεσε.) Ἡμεῖς πᾶσαν τὴν ἐλπίδα εἰς τὴν ἄμαχον δόξαν τοῦ Θεοῦ ἀναθέμεθα· οὗτοι ἐν ἅρμασι καὶ οὗτοι ἐν ἵπποις καὶ ἐν δυνάμει καὶ πλήθει, ἡμεῖς δὲ ἐν ὀνόματι τοῦ Κυρίου καὶ Θεοῦ καὶ σωτῆρος ἡμῶν πεποίθαμεν, δεύτερον δὲ καὶ ἐν ταῖς ἡμετέραις χερσί, καὶ ῥωμαλεότητι, ἣν ἐδωρήσατο ἡμῖν ἡ θεία δύναμις.
Γνωρίζω, ὅτι αὕτη ἡ μυριαρίθμητος ἀγέλη τῶν ἀσεβῶν ἐλεύσονται καθ᾽ ἡμῶν μετὰ βαναύσου καὶ ἐπῃρμένης ὀφρύος καὶ θάρσους πολλοῦ καὶ βίας, ἵνα διὰ τὴν ὀλιγότητα ἡμῶν θλίψωσι· καὶ μετὰ φωνῶν μεγάλων καὶἀλαλαγμῶν ἀναριθμήτων βούλονται ἡμᾶς φοβῆσαι. Καὶ ὥρᾳ οὐκ ὀλίγῃ ταῦτα ποιήσωσι, καὶ ἀναριθμήτους πέτρας καὶ ἕτερα βέλη καὶ ἐλεβολίσκους ὡσεὶ ἄμμον θαλασσῶν ἄνωθεν ἡμῶν πτήσουσι.
Δι᾽ ὧν, (ἐλπίζω γάρ), μὴ ἡμᾶς βλάψωσι, διότι μὲν θεωρῶ καὶ λίαν ἀγάλλομαι καὶτοιαύταις ἐλπίσι τῷ λογισμῷ τρέφομαι, ὅτι, εἰ καὶ ὀλίγοι πάνυ ἐσμέν, ἀλλὰ πάντες ἐπιδέξιοι καὶ ἐπιτήδειοι, ῥωμαλέοι τε καὶ ἰσχυροὶ καὶμεγαλήτορες καὶ εὖ προπαρεσκευασμένοι ὑπάρχετε. Ταῖς ἀσπίσιν ὑμῶν καλῶς τὴν κεφαλὴν σκέπεσθε ἐπὶ τῇ συμπλοκῇ καὶ συῤῥάξει. Ἡ δεξιὰὑμῶν ἡ τὴν ῥομφαίαν ἔχουσα μακρὰ ἔστω πάντοτε. Αἱ περικεφαλαῖαι ὑμῶν καὶ οἱ θώρακες καὶ οἱ σιδηροῖ ἱματισμοὶ λίαν εἰσὶν ἱκανοὶ ἅμα καὶ τοῖς λοιποῖς ὅπλοις, καὶ ἐν τῇ συμπλοκῇ ἔσονται πάντα ὠφέλιμα λίαν· Οἷς οἱ ἐναντίοι οὐ χρῶνται, ἀλλ᾽ οὔτε κέκτηνται αὐτά. Καὶ ὑμεῖς ἔσωθεν τῶν τειχῶν ὑπάρχετε σκεπόμενοι, οἱ δὲ, ἀσκεπεῖς μετὰ κόπου ἔρχονται.
Διό, ὦ συστρατιῶται, γίνεσθε ἕτοιμοι καὶ στερεοὶ καὶ μεγαλόψυχοι, διὰτοὺς οἰκτιρμοὺς τοῦ Θεοῦ, μιμούμενοι τούς ποτέ τῶν Καρχηδονίων ὀλίγους ἐλέφαντας, πῶς τοσοῦτον πλῆθος ἵππων Ῥωμαίων τῇ φωνῇ καὶθέᾳ ἐδίωξαν· καὶ ἐὰν ζῶον ἄλογον ἄλογον ἐδίωξε, πόσον μᾶλλον ἡμεῖς οἱ τῶν ζώων καὶ ἀλόγων ὑπάρχοντες κύριοι. Καὶ οἱ καθ᾽ ἡμῶν ἐρχόμενοι, ἵνα παράταξιν μεθ᾽ ἡμῶν ποιήσωσιν, ὡς ζῶα ἄλογα καὶ χοίρων χείρονες εἰσίν. Αἱ πέλται ὑμῶν καὶ ῥομφαῖαι καὶ τὰ τόξα καὶ ἀκόντια πρὸς αὐτοὺς πεμπέσθωσαν παρ᾽ ὑμῶν, ὡς ἐπὶ ἀγρίων χοίρων πληθύν, ἵνα γνώσωσιν οἱ ἀσεβεῖς, ὅτι οὐ μετὰ ἀλόγων ζώων παράταξιν ἔχουσιν, ἀλλὰ μετὰ κυρίων καὶ αὐθεντῶν αὐτῶν καὶ ἀπογόνων Ἑλλήνων καὶ Ῥωμαίων. Οἴδατε καλῶς, ὅτι ὁ δυσσεβὴς αὐτὸς ἀμηρᾶς καὶ ἐχθρὸς τῆς ἁγίας ἡμῶν πίστεως, χωρὶς εὐλόγου αἰτίας τινός, τὴν ἀγάπην, ἢν εἴχομεν, ἔλυσε καὶ τοὺς ὅρκους αὐτοῦ τοὺς πολλοὺς ἠθέτησεν ἀντ᾽ οὐδενὸς λογιζόμενος· καὶ ἐλθὼν αἰφνιδίως φρούριον ἐποίησεν ἐπὶ τὸ Στενὸν τοῦ Ἀσωμάτου, ἵνα καθ᾽ ἑκάστην ἡμέραν δύνηται ἡμᾶς βλάπτειν.
Τοὺς ἀγροὺς ἡμῶν καὶ κήπους καὶ παραδείσους καὶ οἴκους πυριαλώτους ἐποίησε· τοὺς ἀδελφοὺς ἡμῶν τοὺς χριστιανούς, ὅσους εὗρεν, ἐθανάτωσε καὶ ᾐχμαλώτευσε, τὴν φιλίαν ἡμῶν ἔλυσε.
[Τοὺς δὲ τοῦ Γαλατᾶ ἐφιλίωσε· καὶ αὐτοὶχαίροντες, οὐκ εἶδον καὶ αὐτοὶ οἱ ταλαίπωροι τὸν τοῦ γεωργοῦ παιδὸς μῦθον, τοῦ ἑψήνοντος τοὺς κοχλίους καὶ εἰπόντος «ὦ ἀνόητα ζῶα, τῶν οἰκιῶν ἡμῶν ἐμπιπραμένων ἡμεῖς ᾄδετε».]
Λοιπόν, ἀδελφοί, ἐπεὶ ἡμᾶς πολιορκεῖ καὶ ἀπέκλεισε, καὶ καθ᾽ ἑκάστην τὸ ἀχανὲς αὑτοῦ στόμα χάσκων εὐκαιρίαν αἰτεῖ, πῶς καταπίῃ ἡμᾶς καὶ τὴν πόλιν ταύτην, ἣν ἀνήγειρεν ὁ τρισμακάριστος καὶ μέγας Κωνσταντῖνος ὁ βασιλεὺς ἐκεῖνος καὶ τῇ πανάγνῳ δεσποίνῃ ἡμῶν Θεοτόκῳ καὶ ἀειπαρθένῳ Μαρίᾳ ἀφιέρωσε καὶ ἐχαρίσατο, τοῦ κυρίαν εἶναι καὶ βοηθὸν καὶ σκέπην τῇ ἡμετέρᾳ πατρίδι καὶ καταφύγιον τῶν Χριστιανῶν, ἐλπίδα καὶ χαρὰν πάντων Ἑλλήνων, τὸ καύχημα τῶν ὑπὸ τὴν ἡλίου ἀνατολὴν ὄντων πάντων.
Καὶ οὗτος ὁ ἀσεβέστατος τήν ποτέ περιφανῆ καὶ ὀμφακίζουσαν ὡς ῥόδον τοῦ ἀγροῦ βούλεται ἀφανῆ ποιήσαι, τὴν δουλώσασαν σχεδόν, δύναμαι εἰπεῖν, πᾶσαν τὴν ὑφ᾽ ἥλιον καὶ ὑποτάξασαν ὑπὸ τοὺς πόδας αὑτῆς [Πόντον καὶ Ἀρμενίαν, Περσίαν καὶ Παφλαγονίαν, Ἀμαζόνας καὶ Καππαδοκίαν, Γαλατίαν καὶ Μηδίαν, Κολχοὺς Ἴβηρας, Βοσποριανοὺς καὶ Ἀλβάνους, Σιρίαν καὶ Κιλικίαν καὶ Μεσοποταμίαν, Φοινίκην καὶ Παλαιστίνην, Ἀραβίαν τε καὶ Ἰουδαίαν, Βακτριανοὺς καὶ Σκύθας, Μακεδονίαν καὶ Θετταλίαν, Ἐλλάδα, Βοιωτίαν, Λοκροὺς καὶ Αἰτωλούς, Ἀκαρνανίαν, Ἀχαίαν καὶ Πελοπόννησον, ῎Ηπειρον καὶ τὸ Ἰλλυρικόν, Λυχνίτας καὶ τὸ Ἀνδριατικόν, Ἰταλίαν, Τουσκίνους Κελτοὺς καὶ Κελτογαλάτας, Ἰβηρίαν τε καὶ ἕως τῶν Γαδείρων, Λιβύαν καὶ Μαυρητανίαν καὶ Μαυρουσίαν, Αἰθιοπίαν, Βελέδας Σκούδην, Νουμιδίαν καὶ Ἀφρικὴν καὶ Αἴγυπτον] , αὐτὸς τὰ νῦν βούλεται ταύτην δουλῶσαι αὑτῷ, τὴν κυριεύουσαν τῶν πόλεων, καὶ ζυγῷ ὑποβαλεῖν καὶ δουλείᾳ, καὶ τὰς ἁγίας ἐκκλησίας ἡμῶν, ἔνθα ἐπροσκυνεῖτο ἡ ἁγία Τριὰς καὶ ἐδοξολογεῖτο τὸ ἅγιον πνεῦμα καὶὅπου ἄγγελοι ἠκούοντο ὑμνεῖν τὴν ἔνσαρκον τοῦ Θεοῦ Λόγου οἰκονομίαν, βούλεται ποιῆσαι προσκύνημα τῆς αὑτοῦ βλασφημίας καὶ κατοικητήριον ἀλόγων καὶ καμήλων.
Λοιπόν, ἀδελφοὶ καὶ συστρατιῶται, ταῦτα ἐνθυμήθητε, ἵνα τὸ μνημόσυνον ἡμῶν καὶ ἡ μνήμη καὶ φήμη καὶ ἡ ἐλευθερία αἰωνίως γενήσηται. Καὶ ἄλλα ἔχω εἰπεῖν ἡμῖν, ἀλλ’ οὐκ ἔχω καιρόν. Μόνον, τὸ τεταπεινωμένον ἡμέτερον σκῆπτρον εἰς τὰς ὑμῶν χεῖρας ἀνατίθημι, ἵνα αὐτὸ μετ᾽ εὐνοίας φυλάξητε. Παρακαλῶ δὲ καὶ τοῦτο καὶ δέομαι τῆς ἡμετέρας ἀγάπης, ἵνα τὴν πρέπουσαν τιμὴν καὶ ὑποταγὴν δώσητε τοῖς ὑμετέροις στρατηγοῖς καὶ δημάρχοις καὶ ἑκατοντάρχοις, ἕκαστος κατὰ τὴν τάξιν αὑτοῦ καὶ τάγμα καὶ ὑπηρεσίαν.
Γνωρίσατε δὴ τοῦτο· ἐὰν ἐκ καρδίας φυλάξητε τὰ ὅσα ἐνετειλάμην ὑμῖν, ἐλπίζω εἰς Θεόν, ὡς λυτρωθείημεν ἡμεῖς τῆς ἐνεστώσης αὐτοῦ δικαίας ἀπειλῆς. Δεύτερον δὲ καὶ ὁ στέφανος ὁ ἀδαμάντινος ἐν οὐρανοῖς ἐναπόκειται ὑμῖν καὶ μνήμη αἰώνιος καὶ ἄξιος ἐν τῷ κόσμῳ ἔσεται.”
«Ὦ συστρατιῶται καὶ ἀδελφοί, στῆτε ἀνδρείως! παρακαλῶ ὑμᾶς διὰ τοὺς οἰκτιρμοὺς τοῦ Θεοῦ: Κοινῆ γνώμη πάντες αὐτοπροαιρέτως ἀποθάνωμεν!
Καὶ μὴ φεισώμεθα τῆς ζωῆς ἡμών! Καὶ τώρα, ἀδελφοί, παρατίθεμαι ὑμᾶς τῷ Θεῷ καὶ Πατρί».
«Πατέρα μου, αυτούς που μου έδωσες, σου τους παραδίδω: δικοί σου ήταν! Εσύ φύλαξέ τους από του κόσμου! Εσύ διατήρησέ τους ενωμένους!»
Καὶ ταῦτα εἰπὼν καὶ τὴν δημηγορίαν τελέσας καὶ μετὰ δακρύων καὶ στεναγμῶν τὸν Θεὸν εὐχαριστήσας, οἱ πάντες ὡς ἐξ ἑνὸς στόματος ἀπεκρίναντο μετὰ κλαυθμοῦ λέγοντες· “Ἀποθάνωμεν ὑπὲρ τῆς Χριστοῦ πίστεως καὶ τῆς πατρίδος ἡμῶν.” Ἀκούσας δὲ ὁ βασιλεὺς καὶ πλεῖστα εὐχαρίστησας, πλείστας δωρεῶν ἐπαγγελίας αὐτοῖς ἐπηγγείλατο. Εἶτα πάλιν λέγει· “Λοιπόν, ἀδελφοὶ καὶ συστρατιῶται, γίνεσθε ἕτοιμοι εἰς τὸ πρωΐ. Χάριτι καὶ ἀρετῇ τῇ παρὰ τοῦ Θεοῦ ὑμῖν δωρηθείσῃ, καὶσυνεργούσης τῆς ἁγίας Τριάδος, ἐν ᾗ τὴν ἐλπίδα πᾶσαν ἀνεθέμεθα, ποιήσωμεν τοὺς ἐναντίους μετὰ αἰσχύνης ἐκ τῶν ἐντεῦθεν κακῶς ἀναχωρῆσαι.” Ἀκούσαντες δὲ οἱ δυστυχεῖς Ῥωμαῖοι καρδίαν ὡς λέοντες ἐποίησαν καὶ ἀλλήλως συγχωρηθέντες ᾔτουν, εἷς τοῦ ἑτέρου, καταλλαγῆναι, καὶ μετὰ κλαυθμοῦ ἐνηγκαλίζοντο, μήτε φιλτάτων μνημονεύοντες οὔτε γυναικῶν ἢ πλούτου φροντίζοντες, εἰ μὴ μόνον τοῦ ἀποθανεῖν, ἵνα τὴν πατρίδα φυλάξωσι.
Καὶ ἕκαστος ἐν τῷ διατεταγμένῳ τόπῳ ἐπανέστρεψε καὶ ἀσφαλῶς ἐποίουν ἐν τοῖς τείχεσι τὴν φυλακήν. Ὁ δὲ βασιλεὺς ἐν τῷ πανσέπτῳ ναῷ τῆς τοῦ Θεοῦ Λόγου Σοφίας ἐλθὼν καὶπροσευξάμενος μετὰ κλαυθμοῦ τὰ ἄχραντα καὶ θεῖα μυστήρια μετέλαβεν. Ὁμοίως καὶ ἕτεροι πολλοὶ τῇ αὐτῇ νυκτὶ ἐποίησαν. Εἶτα ἐλθὼν εἰς τὰ ἀνάκτορα, ὀλίγον σταθεὶς καὶ ἐκ πάντων συγχώρησιν αἰτήσας… ἐν τῇδε τῇ ὥρᾳ, τίς διηγήσεται τοὺς τότε κλαυθμοὺς καὶ θρήνους τοὺς ἐν τῷ παλατίῳ; Ἐὰν ἀπὸ ξύλου ἄνθρωπος ἢ ἐκ πέτρας ἦν, οὐκ ἐδύνατο μὴ θρηνῆσαι.
Δεν μπορώ να συνειδητοποιήσω με λογικές έννοιες τι ακριβώς εννοεί ο ποιητής με τα λόγια «ο θάνατος και η Ανάσταση του Κωνσταντίνου Παλαιολόγου».
Το νιώθω όμως: Ο Κωνσταντίνος, και οι συν αυτώ, κέρδισαν την αθανασία, την αιώνια μνήμη, στις καρδιές των Ελλήνων.
Η Ελλάδα και η Εκκλησία δέονται για την ψυχή τους, για την «αιώνια μνήμη τους» από Θεού. Αλλά εμείς, ως ευγνώμονες απόγονοι εκείνων, αναγνωρίζουμε την ηρωϊκή τους θυσία, και τους τιμούμε ως μάρτυρες και ζητούμε τις πρεσβείες τους, προκειμένου να μη φανούμε εντελώς ανάξιοί τους:
«Μάρτυρες τῆς Ἁλώσεως, τὰ ἄνθη τὰ πνέοντα ὀσμὴν βεβαίας ἐλπίδος εἰς τὴν τοῦ Γένους ἀνάστασιν, Χριστὸν δυσωπεῖτε, τῷ λαῷ αὐτοῦ δοθῆναι τὸ μέγα ἔλεος!».